Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. πώλου, νόθον φίτυμα, συγγενῶν βλάβη,
  2. τοῦ λύσσαν ἐν ποίμναισιν αἰχμητηρίαν
  3. χέαντος, ὃν χάρωνος ὠμηστοῦ δορὰ
  4. χαλκῷ τορητὸν οὐκ ἔτευξεν ἐν μάχῃ,
  5. μίαν πρὸς Ἅιδην καὶ φθιτοὺς πεπαμένον
  6. κέλευθον, ἣν γωρυτὸς ἔκρυψε Σκύθης,
  7. ἦμος καταίθων θύσλα Κωμύρῳ λέων
  8. σφῷ πατρὶ λάσκε τὰς ἐπηκόους λιτάς,
  9. σκύμνον παρʼ ἀγκάλαισιν ἀίτα βράσας.
  10. οὐ γάρ τι πείσει φῖτυν, ὡς ὁ Λήμνιος
  11. πρηστὴρ Ἐνυοῦς, οὔποτʼ εἰς φύζαν τραπεὶς
  12. ταῦρος βαρύφρων, δυσμενεστάτου ξένων
  13. ἔτυψε δώρῳ σπλάγχνον, ἀρνεύσας λυγρὸν
  14. πήδημα πρὸς κνώδοντος αὐτουργοὺς σφαγάς.