Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- οἷς οὑμὸς ἔσται κἀχερουσίαν πάρα
- ῥηγμῖνα δαρὸν ἐστεναγμένος γάμος.
- πολλῶν γὰρ ἐν σπλάγχνοισι τυμβευθήσεται
- βρωθεὶς πολυστοίχοισι καμπέων γνάθοις
- νήριθμος ἑσμός· οἱ δʼ ἐπὶ ξένης ξένοι,
- παῶν ἔρημοι δεξιώσονται τάφους.
- τὸν μὲν γὰρ Ἠιὼν Στρυμόνος Βισαλτία,
- Ἀψυνθίων ἄγχουρος ἠδὲ Βιστόνων,
- κουροτρόφον πάγουρον Ἠδωνῶν πέλας
- κρύψει, πρὶν ἢ Τυμφρηστὸν αὐγάσαι λέπας,
- τὸν πατρὶ πλεῖστον ἐστυγημένον βροτῶν,
- ὅμηρον ὅς μιν θῆκε τετρήνας λύχνους,
- ὅτʼ εἰς νόθον τρήρωνος ηὐνάσθη λέχος.
- Τρισσοὺς δὲ ταρχύσουσι Κερκάφου νάπαι