Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. τύμβος δὲ γείτων ὄρτυγος πετρουμένης
  2. τρέμων φυλάξει ῥόχθον Αἰγαίας ἁλός.
  3. τὴν Καστνίαν δὲ καὶ Μελιναίαν θεὸν
  4. λυπρὸς παρʼ Ἅιδην δεννάσει κακορροθῶν,
  5. ἥ μιν παλεύσει δυσλύτοις οἴστρου βρόχοις,
  6. ἔρωτας οὐκ ἔρωτας, ἀλλʼ Ἐρινύων
  7. πικρὰν ἀποψήλασα κηρουλκὸν πάγην.
  8. ἅπασα δʼ ἄλγη δέξεται κωκυμάτων,
  9. ὅσην Ἄρατθος ἐντὸς ἠδὲ δύσβατοι
  10. Λειβήθριαι σφίγγουσι Δωτίου πύλαι,
  11. οἷς οὑμὸς ἔσται κἀχερουσίαν πάρα
  12. ῥηγμῖνα δαρὸν ἐστεναγμένος γάμος.
  13. πολλῶν γὰρ ἐν σπλάγχνοισι τυμβευθήσεται
  14. βρωθεὶς πολυστοίχοισι καμπέων γνάθοις
  15. νήριθμος ἑσμός· οἱ δʼ ἐπὶ ξένης ξένοι,
  16. παῶν ἔρημοι δεξιώσονται τάφους.
  17. τὸν μὲν γὰρ Ἠιὼν Στρυμόνος Βισαλτία,
  18. Ἀψυνθίων ἄγχουρος ἠδὲ Βιστόνων,
  19. κουροτρόφον πάγουρον Ἠδωνῶν πέλας
  20. κρύψει, πρὶν ἢ Τυμφρηστὸν αὐγάσαι λέπας,