Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- δελφῖνος ἀκτὶς Σειρία καθαυανεῖ.
- τάριχον ἐν μνίοις δὲ καὶ βρύοις σαπρὸν
- κρύψει κατοικτίσασα Νησαίας κάσις,
- δίσκου μεγίστου τάρροθος Κυναιθέως.
- τύμβος δὲ γείτων ὄρτυγος πετρουμένης
- τρέμων φυλάξει ῥόχθον Αἰγαίας ἁλός.
- τὴν Καστνίαν δὲ καὶ Μελιναίαν θεὸν
- λυπρὸς παρʼ Ἅιδην δεννάσει κακορροθῶν,
- ἥ μιν παλεύσει δυσλύτοις οἴστρου βρόχοις,
- ἔρωτας οὐκ ἔρωτας, ἀλλʼ Ἐρινύων
- πικρὰν ἀποψήλασα κηρουλκὸν πάγην.
- ἅπασα δʼ ἄλγη δέξεται κωκυμάτων,
- ὅσην Ἄρατθος ἐντὸς ἠδὲ δύσβατοι
- Λειβήθριαι σφίγγουσι Δωτίου πύλαι,