Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- ναῦται λίαζον κἀπὸ γῆς ἐσχάζοσαν
- ὕσπληγγας. αἱ δὲ παρθενοκτόνον Θέτιν
- ἰουλόπεζοι θεῖνον εὐῶπες σπάθαις
- πελαργοχρῶτες, αἱ Φαλακραῖαι κόραι,
- ὑπὲρ Καλυδνῶν λευκὰ φαίνουσαι πτίλα,
- ἄφλαστα, καὶ φώσσωνας ὠργυιωμένους
- ἀπαρκτίαις πρηστῆρος αἴθωνος πνοαῖς.
- ἡ δʼ ἔνθεον σχάσασα βακχεῖον στόμα,
- ἄτης ἀπʼ ἄκρων βουπλανοκτίστων λόφων,
- τοιῶνδʼ ἀπʼ ἀρχῆς ἦρχʼ Ἀλεξάνδρα λόγων·
- αἰαῖ, τάλαινα θηλαμών, κεκαυμένη
- καὶ πρόσθε μὲν πεύκαισιν οὐλαμηφόροις
- τριεσπέρου λέοντος, ὅν ποτε γνάθοις
- Τρίτωνος ἠμάλαψε κάρχαρος κύων·
- ἔμπνους δὲ δαιτρὸς ἡπάτων φλοιδούμενος
- τινθῷ λέβητος ἀφλόγοις ἐπʼ ἐσχάραις
- σμήριγγας ἐστάλαξε κωδείας πέδῳ,
- ὁ τεκνοραίστης, λυμεὼν ἐμῆς πάτρας,
- ὁ δευτέραν τεκοῦσαν ἄτρωτον βαρεῖ
- τύψας ἀτράκτῳ στέρνον, ἔν τʼ αὐλῷ μέσῳ