Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. ὅσων δὲ θύννων ἠλοκισμένων ῥαφὰς
  2. πρὸς τηγάνοισι κρατός, ὧν καταιβάτης
  3. σκηπτὸς κατʼ ὄρφνην γεύσεται δῃουμένων,
  4. ὅταν καρηβαρεῦντας ἐκ μέθης ἄγων
  5. λαμπτῆρα φαίνῃ τὸν ποδηγέτην σκότου
  6. σίντης, ἀγρύπνῳ προσκαθήμενος τέχνῃ.
  7. τὸν δʼ οἷα δύπτην κηρύλον διὰ στενοῦ
  8. αὐλῶνος οἴσει κῦμα γυμνήτην φάγρον,
  9. διπλῶν μεταξὺ χοιράδων σαρούμενον.
  10. Γυραῖσι δʼ ἐν πέτραισι τερσαίνων πτερὰ
  11. στάζοντα πόντου, δευτέραν ἅλμην σπάσει,
  12. βληθεὶς ἀπʼ ὄχθων τῷ τριωνύχῳ δορί,
  13. ᾧ νιν κολαστὴς δεινὸς οὐτάσας λατρεὺς
  14. ἀναγκάσει φάλλαισι κοινωνεῖν δρόμου
  15. κόκκυγα κομπάζοντα μαψαύρας στόβους.
  16. ψυχρὸν δʼ ἐπʼ ἀκταῖς ἐκβεβρασμένον νέκυν
  17. δελφῖνος ἀκτὶς Σειρία καθαυανεῖ.
  18. τάριχον ἐν μνίοις δὲ καὶ βρύοις σαπρὸν
  19. κρύψει κατοικτίσασα Νησαίας κάσις,
  20. δίσκου μεγίστου τάρροθος Κυναιθέως.