Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. ἡ δʼ εἰς τέραμνα δουρατογλύφου στέγης
  2. γλήνας ἄνω στρέψασα χώσεται στρατῷ,
  3. ἐξ οὐρανοῦ πεσοῦσα καὶ θρόνων Διός,
  4. ἄνακτι πάππῳ χρῆμα τιμαλφέστατον.
  5. ἑνὸς δὲ λώβης ἀντί, μυρίων τέκνων
  6. Ἑλλὰς στενάξει πᾶσα τοὺς κενοὺς τάφους,
  7. οὐκ ὀστοθήκαις, χοιράδων δʼ ἐφημένους,
  8. οὐδʼ ὑστάτην κεύθοντας ἐκ πυρὸς τέφρην
  9. κρωσσοῖσι ταρχυθεῖσαν, ἣ θέμις φθιτῶν,
  10. ἀλλʼ οὔνομʼ οἰκτρὸν καὶ κενηρίων γραφὰς
  11. θερμοῖς τεκόντων δακρύοις λελουμένας
  12. παίδων τε καὶ θρήνοισι τοῖς ὁμευνίδων.
  13. Ὀφέλτα καὶ μύχουρε χοιράδων Ζάραξ
  14. σπίλοι τε καὶ Τρυχάντα καὶ τραχὺς Νέδων
  15. καὶ πάντα Διρφωσσοῖο καὶ Διακρίων
  16. γωλειὰ καὶ Φόρκυνος οἰκητήριον,
  17. ὅσων στεναγμῶν ἐκβεβρασμένων νεκρῶν
  18. σὺν ἡμιθραύστοις ἰκρίοις ἀκούσετε,
  19. ὅσων δὲ φλοίσβων ῥαχίας ἀνεκβάτου
  20. δίναις παλιρροίοισιν ἕλκοντος σάλου,