Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- πρὸς γῆρας ἄκρον, Παλλάδος ζηλώμασι
- τῆς μισονύμφου Λαφρίας Πυλάτιδος,
- τῆμος βιαίως φάσσα πρὸς τόργου λέχος
- γαμψαῖσιν ἅρπαις οἰνὰς ἑλκυσθήσομαι,
- ἡ πολλὰ δὴ Βούδειαν Αἴθυιαν Κόρην
- ἀρωγὸν αὐδάξασα τάρροθον γάμων.
- ἡ δʼ εἰς τέραμνα δουρατογλύφου στέγης
- γλήνας ἄνω στρέψασα χώσεται στρατῷ,
- ἐξ οὐρανοῦ πεσοῦσα καὶ θρόνων Διός,
- ἄνακτι πάππῳ χρῆμα τιμαλφέστατον.
- ἑνὸς δὲ λώβης ἀντί, μυρίων τέκνων
- Ἑλλὰς στενάξει πᾶσα τοὺς κενοὺς τάφους,
- οὐκ ὀστοθήκαις, χοιράδων δʼ ἐφημένους,
- οὐδʼ ὑστάτην κεύθοντας ἐκ πυρὸς τέφρην