Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- κρωσσοῖσι ταρχυθεῖσαν, ἣ θέμις φθιτῶν,
- ἀλλʼ οὔνομʼ οἰκτρὸν καὶ κενηρίων γραφὰς
- θερμοῖς τεκόντων δακρύοις λελουμένας
- παίδων τε καὶ θρήνοισι τοῖς ὁμευνίδων.
- Ὀφέλτα καὶ μύχουρε χοιράδων Ζάραξ
- σπίλοι τε καὶ Τρυχάντα καὶ τραχὺς Νέδων
- καὶ πάντα Διρφωσσοῖο καὶ Διακρίων
- γωλειὰ καὶ Φόρκυνος οἰκητήριον,
- ὅσων στεναγμῶν ἐκβεβρασμένων νεκρῶν
- σὺν ἡμιθραύστοις ἰκρίοις ἀκούσετε,
- ὅσων δὲ φλοίσβων ῥαχίας ἀνεκβάτου
- δίναις παλιρροίοισιν ἕλκοντος σάλου,
- ὅσων δὲ θύννων ἠλοκισμένων ῥαφὰς
- πρὸς τηγάνοισι κρατός, ὧν καταιβάτης