Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. ἀπεμπολητὴς τῆς φυταλμίας χθονὸς
  2. φλέξας τὸν ὠδίνοντα μορμωτὸν λόχον
  3. ἀναψαλάξῃ γαστρὸς ἑλκύσας ζυγά,
  4. τῆς Σισυφείας δʼ ἀγκύλης λαμπουρίδος
  5. λάμψῃ κακὸν φρύκτωρον αὐτανέψιος
  6. τοῖς εἰς στενὴν Λεύκοφρυν ἐκπεπλωκόσι
  7. καὶ παιδοβρῶτος Πορκέως νήσους διπλᾶς.
  8. ἐγὼ δὲ τλήμων ἡ γάμους ἀρνουμένη,
  9. ἐν παρθενῶνος λαΐνου τυκίσμασιν
  10. ἄνις τεράμνων εἰς ἀνώροφον στέγην
  11. εἱρκτῆς ἁλιβδύσασα λυγαίας δέμας,
  12. ἡ τὸν Θοραῖον Πτῷον Ὡρίτην θεὸν
  13. λίπτοντʼ ἀλέκτρων ἐκβαλοῦσα δεμνίων,
  14. ὡς δὴ κορείαν ἄφθιτον πεπαμένη