Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. τριεσπέρου λέοντος, ὅν ποτε γνάθοις
  2. Τρίτωνος ἠμάλαψε κάρχαρος κύων·
  3. ἔμπνους δὲ δαιτρὸς ἡπάτων φλοιδούμενος
  4. τινθῷ λέβητος ἀφλόγοις ἐπʼ ἐσχάραις
  5. σμήριγγας ἐστάλαξε κωδείας πέδῳ,
  6. ὁ τεκνοραίστης, λυμεὼν ἐμῆς πάτρας,
  7. ὁ δευτέραν τεκοῦσαν ἄτρωτον βαρεῖ
  8. τύψας ἀτράκτῳ στέρνον, ἔν τʼ αὐλῷ μέσῳ
  9. πατρὸς παλαιστοῦ χερσὶν ὀχμάσας δέμας
  10. Κρόνου παρʼ αἰπὺν ὄχθον, ἔνθα γηγενοῦς
  11. ἵππων ταρακτής ἐστιν Ἰσχένου τάφος,
  12. ὁ τὴν θαλάσσης Αὐσονίτιδος μυχοὺς
  13. στενοὺς ὀπιπεύουσαν ἀγρίαν κύνα
  14. κτανὼν ὑπὲρ σπήλυγγος ἰχθυωμένην,