Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. λιποῦσα, τὸν σὸν ἀμφιμήτριον κάσιν.
  2. οἱ δʼ οὖσα γρώνης εὐγάληνα χερμάδος
  3. ναῦται λίαζον κἀπὸ γῆς ἐσχάζοσαν
  4. ὕσπληγγας. αἱ δὲ παρθενοκτόνον Θέτιν
  5. ἰουλόπεζοι θεῖνον εὐῶπες σπάθαις
  6. πελαργοχρῶτες, αἱ Φαλακραῖαι κόραι,
  7. ὑπὲρ Καλυδνῶν λευκὰ φαίνουσαι πτίλα,
  8. ἄφλαστα, καὶ φώσσωνας ὠργυιωμένους
  9. ἀπαρκτίαις πρηστῆρος αἴθωνος πνοαῖς.
  10. ἡ δʼ ἔνθεον σχάσασα βακχεῖον στόμα,
  11. ἄτης ἀπʼ ἄκρων βουπλανοκτίστων λόφων,
  12. τοιῶνδʼ ἀπʼ ἀρχῆς ἦρχʼ Ἀλεξάνδρα λόγων·
  13. αἰαῖ, τάλαινα θηλαμών, κεκαυμένη
  14. καὶ πρόσθε μὲν πεύκαισιν οὐλαμηφόροις