Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. ταυροσφάγον λέαιναν, ἣν αὖθις πατὴρ
  2. σάρκας καταίθων λοφνίσιν δωμήσατο,
  3. Λέπτυνιν οὐ τρέμουσαν, οὐδαίαν θεόν·
  4. ἐξηνάριξεν ὅν ποτʼ ἀξίφῳ δόλῳ
  5. νέκυς, τὸν Ἅιδην δεξιούμενον πάλαι·
  6. λεύσσω σε, τλῆμον, δεύτερον πυρουμένην
  7. ταῖς τʼ Αἰακείοις χερσὶ τοῖς τε Ταντάλου
  8. Λέτριναν οἰκουροῦσι λειψάνοις πυρὸς
  9. παιδὸς καταβρωθέντος αἰθάλῳ δέμας,
  10. τοῖς Τευταρείοις βουκόλου πτερώμασι·
  11. τὰ πάντα πρὸς φῶς ἡ βαρύζηλος δάμαρ,
  12. στείλασα κοῦρον τὸν κατήγορον χθονός,
  13. ἄξει, πατρὸς μομφαῖσιν ἠγριωμένη,
  14. λέκτρων θʼ ἕκατι τῶν τʼ ἐπεισάκτων γάμων.