Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- ἄλλην ἐπʼ ἄλλῃ συμφορὰν δεδεγμένων.
- Ἐκεῖνό σʼ, ὦ τάλαινα καρδία, κακὸν
- ἐκεῖνο δάψει πημάτων ὑπέρτατον,
- εὖτʼ ἂν λαβράζων περκνὸς αἰχμητὴς χάρων,
- πτεροῖσι χέρσον αἰετὸς διαγράφων
- ῥαιβῷ τυπωτὴν τόρμαν ἀγκύλῃ βάσει,
- κλάζων τʼ ἄμικτον στόματι ῥιγίστην βοήν,
- τὸν φίλτατόν σου τῶν ἀγαστόρων τρόφιν
- Πτῴου τε πατρός ἁρπάσας μετάρσιον,
- ὄνυξι γαμφηλαῖσί θʼ αἱμάσσων δέμας,
- ἔγχωρα τίφη καὶ πέδον χραίνῃ φόνῳ,
- λευρᾶς βοώτης γατομῶν διʼ αὔλακος.
- λαβὼν δὲ ταύρου τοῦ πεφασμένου δάνος,
- σκεθρῷ ταλάντῳ τρυτάνης ἠρτημένον,