Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- αὖθις τὸν ἀντίποινον ἐγχέας ἴσον
- Πακτώλιον σταθμοῖσι τηλαυγῆ μύδρον,
- κρατῆρα Βάκχου δύσεται, κεκλαυσμένος
- νύμφαισιν αἳ φίλαντο Βηφύρου γάνος
- Λειβηθρίην θʼ ὕπερθε Πιμπλείας σκοπήν,
- ὁ νεκροπέρνας, ὃς προδειμαίνων πότμον
- καὶ θῆλυν ἀμφὶ σῶμα τλήσεται πέπλον
- δῦναι, παρʼ ἱστοῖς κερκίδος ψαύσας κρότων,
- καὶ λοῖσθος εἰς γῆν δυσμενῶν ῥῖψαι πόδα,
- τὸ σόν, ξύναιμε, κἀν ὕπνῳ πτήσσων δόρυ.
- ὦ δαῖμον, οἷον κίονʼ αἰστώσεις δόμων,
- ἔρεισμα πάτρας δυστυχοῦς ὑποσπάσας·
- οὐ μὴν ἀνατεί γʼ οὐδʼ ἄνευ μόχθων πικρῶν
- πένθους θʼ ὁ λῃστὴς Δωριεὺς γελᾷ στρατός,