Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- καὶ δὴ στένει Μύρινα καὶ παράκτιοι
- ἵππων φριμαγμὸν ᾐόνες δεδεγμέναι,
- ὅταν Πελασγὸν ἅλμα λαιψηροῦ ποδὸς
- εἰς θῖνʼ ἐρείσας λοισθίαν αἴθων λύκος
- κρηναῖον ἐξ ἄμμοιο ῥοιβδήσῃ γάνος,
- πηγὰς ἀνοίξας τὰς πάλαι κεκρυμμένας.
- καὶ δὴ καταίθει γαῖαν ὀρχηστὴς Ἄρης,
- στρόμβῳ τὸν αἱματηρὸν ἐξάρχων νόμον.
- ἅπασα δὲ χθὼν προὐμμάτων δῃουμένη
- κεῖται, πέφρικαν δʼ ὥστε ληίου γύαι
- λόγχαις ἀποστίλβοντες, οἰμωγὴ δέ μοι
- ἐν ὠσὶ πύργων ἐξ ἄκρων ἰνδάλλεται,
- πρὸς αἰθέρος κυροῦσα νηνέμους ἕδρας,
- γόῳ γυναικῶν καὶ καταρραγαῖς πέπλων,