Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- καὶ δὴ Παλαίμων δέρκεται βρεφοκτόνος
- ζέουσαν αἰθυίαισι πλεκτανοστόλοις
- γραῖαν ξύνευνον Ὠγένου Τιτηνίδα.
- καὶ δὴ διπλᾶ σὺν πατρὶ ῥαίεται τέκνα,
- στερρῷ τυπέντι κλεῖδας εὐάρχῳ μύλῳ,
- τὰ πρόσθεν αὐλητῆρος ἐκπεφευγότα
- ψυδραῖσι φήμαις λαρνακοφθόρους ῥιφάς,
- ᾧ δὴ πιθήσας στυγνὸς ἄρταμος τέκνων,
- αἰθυιόθρεπτος πορκέων λιναγρέτης,
- κρηθμοῖσι καὶ ῥαιβοῖσι νηρίταις φίλος,
- χηλῷ κατεδρύφαξε διπτύχους γονάς.
- σὺν τοῖς δʼ ὁ τλήμων, μητρὸς οὐ φράσας θεᾶς
- μνήμων ἐφετμάς, ἀλλᾶ ληθάργῳ σφαλείς,
- πρηνὴς θανεῖται στέρνον οὐτασθεὶς ξίφει.