Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. μνήμων ἐφετμάς, ἀλλᾶ ληθάργῳ σφαλείς,
  2. πρηνὴς θανεῖται στέρνον οὐτασθεὶς ξίφει.
  3. καὶ δὴ στένει Μύρινα καὶ παράκτιοι
  4. ἵππων φριμαγμὸν ᾐόνες δεδεγμέναι,
  5. ὅταν Πελασγὸν ἅλμα λαιψηροῦ ποδὸς
  6. εἰς θῖνʼ ἐρείσας λοισθίαν αἴθων λύκος
  7. κρηναῖον ἐξ ἄμμοιο ῥοιβδήσῃ γάνος,
  8. πηγὰς ἀνοίξας τὰς πάλαι κεκρυμμένας.
  9. καὶ δὴ καταίθει γαῖαν ὀρχηστὴς Ἄρης,
  10. στρόμβῳ τὸν αἱματηρὸν ἐξάρχων νόμον.
  11. ἅπασα δὲ χθὼν προὐμμάτων δῃουμένη
  12. κεῖται, πέφρικαν δʼ ὥστε ληίου γύαι
  13. λόγχαις ἀποστίλβοντες, οἰμωγὴ δέ μοι
  14. ἐν ὠσὶ πύργων ἐξ ἄκρων ἰνδάλλεται,
  15. πρὸς αἰθέρος κυροῦσα νηνέμους ἕδρας,
  16. γόῳ γυναικῶν καὶ καταρραγαῖς πέπλων,
  17. ἄλλην ἐπʼ ἄλλῃ συμφορὰν δεδεγμένων.
  18. Ἐκεῖνό σʼ, ὦ τάλαινα καρδία, κακὸν
  19. ἐκεῖνο δάψει πημάτων ὑπέρτατον,
  20. εὖτʼ ἂν λαβράζων περκνὸς αἰχμητὴς χάρων,