Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- τέταρτον ἐξ Ἄτλαντος ἀθλίου σπόρον,
- τῶν αὐθομαίμων συγκατασκάπτην Πρύλιν,
- τόμουρε πρὸς τὰ λῷστα νημερτέστατε·
- μήδʼ Αἰσακείων οὑμὸς ὤφελεν πατὴρ
- χρησμῶν ἀπῶσαι νυκτίφοιτα δείματα,
- μιᾷ δὲ κρύψαι τοὺς διπλοῦς ὑπὲρ πάτρας
- μοίρᾳ, τεφρώσας γυῖα Λημναίῳ πυρί·
- οὐκ ἂν τοσῶνδε κῦμʼ ἐπέκλυσεν κακῶν.
- καὶ δὴ Παλαίμων δέρκεται βρεφοκτόνος
- ζέουσαν αἰθυίαισι πλεκτανοστόλοις
- γραῖαν ξύνευνον Ὠγένου Τιτηνίδα.
- καὶ δὴ διπλᾶ σὺν πατρὶ ῥαίεται τέκνα,
- στερρῷ τυπέντι κλεῖδας εὐάρχῳ μύλῳ,
- τὰ πρόσθεν αὐλητῆρος ἐκπεφευγότα
- ψυδραῖσι φήμαις λαρνακοφθόρους ῥιφάς,
- ᾧ δὴ πιθήσας στυγνὸς ἄρταμος τέκνων,
- αἰθυιόθρεπτος πορκέων λιναγρέτης,
- κρηθμοῖσι καὶ ῥαιβοῖσι νηρίταις φίλος,
- χηλῷ κατεδρύφαξε διπτύχους γονάς.
- σὺν τοῖς δʼ ὁ τλήμων, μητρὸς οὐ φράσας θεᾶς