Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- πτεροῖσι χέρσον αἰετὸς διαγράφων
- ῥαιβῷ τυπωτὴν τόρμαν ἀγκύλῃ βάσει,
- κλάζων τʼ ἄμικτον στόματι ῥιγίστην βοήν,
- τὸν φίλτατόν σου τῶν ἀγαστόρων τρόφιν
- Πτῴου τε πατρός ἁρπάσας μετάρσιον,
- ὄνυξι γαμφηλαῖσί θʼ αἱμάσσων δέμας,
- ἔγχωρα τίφη καὶ πέδον χραίνῃ φόνῳ,
- λευρᾶς βοώτης γατομῶν διʼ αὔλακος.
- λαβὼν δὲ ταύρου τοῦ πεφασμένου δάνος,
- σκεθρῷ ταλάντῳ τρυτάνης ἠρτημένον,
- αὖθις τὸν ἀντίποινον ἐγχέας ἴσον
- Πακτώλιον σταθμοῖσι τηλαυγῆ μύδρον,
- κρατῆρα Βάκχου δύσεται, κεκλαυσμένος
- νύμφαισιν αἳ φίλαντο Βηφύρου γάνος
- Λειβηθρίην θʼ ὕπερθε Πιμπλείας σκοπήν,
- ὁ νεκροπέρνας, ὃς προδειμαίνων πότμον
- καὶ θῆλυν ἀμφὶ σῶμα τλήσεται πέπλον
- δῦναι, παρʼ ἱστοῖς κερκίδος ψαύσας κρότων,
- καὶ λοῖσθος εἰς γῆν δυσμενῶν ῥῖψαι πόδα,
- τὸ σόν, ξύναιμε, κἀν ὕπνῳ πτήσσων δόρυ.