Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. κείροντʼ ὀδόντι καὶ λαφυστίαις γνάθοις.
  2. λεύσσω πάλαι δὴ σπεῖραν ὁλκαίων κακῶν,
  3. σύρουσαν ἅλμῃ κἀπιροιζοῦσαν πάτρᾳ
  4. δεινὰς ἀπειλὰς καὶ πυριφλέκτους βλάβας.
  5. Ὡς μή σε Κάδμος ὤφελʼ ἐν περιρρύτῳ
  6. Ἴσσῃ φυτεῦσαι δυσμενῶν ποδηγέτην,
  7. τέταρτον ἐξ Ἄτλαντος ἀθλίου σπόρον,
  8. τῶν αὐθομαίμων συγκατασκάπτην Πρύλιν,
  9. τόμουρε πρὸς τὰ λῷστα νημερτέστατε·
  10. μήδʼ Αἰσακείων οὑμὸς ὤφελεν πατὴρ
  11. χρησμῶν ἀπῶσαι νυκτίφοιτα δείματα,
  12. μιᾷ δὲ κρύψαι τοὺς διπλοῦς ὑπὲρ πάτρας
  13. μοίρᾳ, τεφρώσας γυῖα Λημναίῳ πυρί·
  14. οὐκ ἂν τοσῶνδε κῦμʼ ἐπέκλυσεν κακῶν.