Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. εἰς πέντε που πλειῶνας ἱμείρων λέχους.
  2. οἱ δʼ ἀμφὶ βωμὸν τοῦ προμάντιος Κρόνου
  3. σὺν μητρὶ τέκνων νηπίων κρεανόμου
  4. ὅρκων τὸ δευτεροῦχον ἄρσαντες ζυγὸν
  5. στερρὰν ἐνοπλίσουσιν ὠλέναις πλάτην,
  6. σωτῆρα Βάκχον τῶν πάροιθε πημάτων
  7. Σφάλτην ἀνευάζοντες, ᾧ ποτʼ ἐν μυχοῖς
  8. Δελφινίου παρʼ ἄντρα Κερδῴου θεοῦ
  9. Ταύρῳ κρυφαίας χέρνιβας κατάρξεται
  10. ὁ χιλίαρχος τοῦ πολιρραίστου στρατοῦ.
  11. ᾧ θυμάτων πρόσπαιον ἐκτίνων χάριν
  12. δαίμων Ἐνόρχης Φιγαλεὺς Φαυστήριος
  13. λέοντα θοίνης, ἴχνος ἐμπλέξας λύγοις,
  14. σχήσει, τὸ μὴ πρόρριζον αἰστῶσαι στάχυν
  15. κείροντʼ ὀδόντι καὶ λαφυστίαις γνάθοις.
  16. λεύσσω πάλαι δὴ σπεῖραν ὁλκαίων κακῶν,
  17. σύρουσαν ἅλμῃ κἀπιροιζοῦσαν πάτρᾳ
  18. δεινὰς ἀπειλὰς καὶ πυριφλέκτους βλάβας.
  19. Ὡς μή σε Κάδμος ὤφελʼ ἐν περιρρύτῳ
  20. Ἴσσῃ φυτεῦσαι δυσμενῶν ποδηγέτην,