Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. λέξω τὰ πάντα νητρεκῶς, ἅ μʼ ἱστορεῖς,
  2. ἀρχῆς ἀπʼ ἄκρας· ἢν δὲ μηκυνθῇ λόγος,
  3. σύγγνωθι δέσποτʼ· οὐ γὰρ ἥσυχος κόρη
  4. ἔλυσε χρησμῶν, ὡς πρίν, αἰόλον στόμα,
  5. ἀλλʼ ἄσπετον χέασα παμμιγῆ βοὴν
  6. δαφνηφάγων φοίβαζεν ἐκ λαιμῶν ὄπα,
  7. Σφιγγὸς κελαινῆς γῆρυν ἐκμιμουμένη.
  8. τῶν ἅσσα θυμῷ καὶ διὰ μνήμης ἔχω,
  9. κλύοις ἄν, ὦναξ, κἀναπεμπάζων φρενὶ
  10. πυκνῇ διοίχνει δυσφάτους αἰνιγμάτων
  11. οἴμας τυλίσσων, ᾗπερ εὐμαθὴς τρίβος
  12. ὀρθῇ κελεύθῳ τἀν σκότῳ ποδηγετεῖ.
  13. ἐγὼ δʼ ἄκραν βαλβῖδα μηρίνθου σχάσας,
  14. ἄνειμι λοξῶν εἰς διεξόδους ἐπῶν,
  15. πρώτην ἀράξας νύσσαν ὡς πτηνὸς δρομεύς.
  16. Ἠὼς μὲν αἰπὺν ἄρτι Φηγίου πάγον
  17. κραιπνοῖς ὑπερποτᾶτο Πηγάσου πτεροῖς,
  18. Τιθωνὸν ἐν κοίταισι τῆς Κέρνης πέλας
  19. λιποῦσα, τὸν σὸν ἀμφιμήτριον κάσιν.
  20. οἱ δʼ οὖσα γρώνης εὐγάληνα χερμάδος