Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. σφῆκας δαφοινοὺς χηραμῶν ἀνειρύσας,
  2. ὁποῖα κοῦρος δῶμα κινήσας καπνῷ·
  3. οἱ δʼ αὖ προγεννήτειραν οὐλαμωνύμου
  4. βύκταισι χερνίψαντες ὠμησταὶ πόριν,
  5. τοῦ Σκυρίου δράκοντος ἔντοκον λεχώ,
  6. ἣν ὁ ξύνευνος Σαλμυδησίας ἁλὸς
  7. ἐντὸς ματεύων, Ἑλλάδος καρατόμον,
  8. δαρὸν φαληριῶσαν οἰκήσει σπίλον
  9. Κελτοῦ πρὸς ἐκβολαῖσι λιμναίων ποτῶν,
  10. ποθῶν δάμαρτα, τήν ποτʼ ἐν σφαγαῖς κεμὰς
  11. λαιμὸν προθεῖσα φασγάνων ἒκ ῥύσεται.
  12. βαθὺς δʼ ἔσω ῥηγμῖνος αὐδηθήσεται
  13. ἔρημος ἐν κρόκαισι νυμφίου δρόμος,
  14. στένοντος ἄτας καὶ κενὴν ναυκληρίαν
  15. καὶ τὴν ἄφαντον εἶδος ἠλλοιωμένην
  16. γραῖαν σφαγείων ἠδὲ χερνίβων πέλας
  17. Ἅιδου τε παφλάζοντος ἐκ βυθῶν φλογὶ
  18. κρατῆρος, ὃν μέλαινα ποιφύξει φθιτῶν
  19. σάρκας λεβητίζουσα δαιταλουργίᾳ.
  20. χὠ μὲν πατήσει χῶρον αἰάζων Σκύθην,