Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- ἀλλʼ ἄσπετον χέασα παμμιγῆ βοὴν
- δαφνηφάγων φοίβαζεν ἐκ λαιμῶν ὄπα,
- Σφιγγὸς κελαινῆς γῆρυν ἐκμιμουμένη.
- τῶν ἅσσα θυμῷ καὶ διὰ μνήμης ἔχω,
- κλύοις ἄν, ὦναξ, κἀναπεμπάζων φρενὶ
- πυκνῇ διοίχνει δυσφάτους αἰνιγμάτων
- οἴμας τυλίσσων, ᾗπερ εὐμαθὴς τρίβος
- ὀρθῇ κελεύθῳ τἀν σκότῳ ποδηγετεῖ.
- ἐγὼ δʼ ἄκραν βαλβῖδα μηρίνθου σχάσας,
- ἄνειμι λοξῶν εἰς διεξόδους ἐπῶν,
- πρώτην ἀράξας νύσσαν ὡς πτηνὸς δρομεύς.
- Ἠὼς μὲν αἰπὺν ἄρτι Φηγίου πάγον
- κραιπνοῖς ὑπερποτᾶτο Πηγάσου πτεροῖς,
- Τιθωνὸν ἐν κοίταισι τῆς Κέρνης πέλας