Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. γαμβροκτόνον ῥαίσοντα πενθεροφθόροις
  2. βουλαῖς ἀνἀγνοις, ἃς ὁ Καδμίλου γόνος
  3. ἤρτυσε. τὸν δὲ λοῖσθον ἐκπιὼν σκύφον
  4. φερωνύμους ἔδυψε Νηρέως τάφους,
  5. πανώλεθρον κηλῖδα θωύξας γένει,
  6. ὁ τὴν πόδαργον Ψύλλαν ἡνιοστροφῶν
  7. καὶ τὴν ὁπλαῖς ῞Αρπινναν Ἁρπυίαις ἴσην.
  8. τὸν δʼ αὖ τέταρτον αὐθόμαιμον ὄψεται
  9. κίρκου καταρρακτῆρος, ὅν τε συγγόνων
  10. τὰ δευτερεῖα τῆς δαϊσφάλτου πάλης
  11. λαβόντα κηρύξουσιν. ἐν δὲ δεμνίοις
  12. τὸν ἐξ ὀνείρων πέμπτον ἐστροβημένον
  13. εἰδωλοπλάστῳ προσκαταξανεῖ ῥέθει,
  14. τὸν μελλόνυμφον εὐνέτην Κυταϊκῆς,
  15. τῆς ξεινοβάκχης, ὅν ποτʼ Οἰνώνης φυγάς,
  16. μύρμων τὸν ἑξάπεζον ἀνδρώσας στρατόν,
  17. Πελασγικὸν Τυφῶνα γεννᾶται πατήρ,
  18. ἀφʼ ἑπτὰ παίδων φεψάλῳ σποδουμένων
  19. μοῦνον φλέγουσαν ἐξαλύξαντα σποδόν.
  20. χὠ μὲν παλιμπόρευτον ἵξεται τρίβον,