Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. κλαίων δὲ πάτραν τὴν πρὶν ῇθαλωμένην
  2. ἵξῃ χεροῖν εἴδωλον ἠγκαλισμένος
  3. τῆς πενταλέκτρου θυιάδος Πλευρωνίας.
  4. γυιαὶ γὰρ εὐναστῆρας ἄμναμοι τριπλαῖς
  5. πήναις κατεκλώσαντο δηναιᾶς Ἁλός
  6. νυμφεῖα πεντάγαμβρα δαίσασθαι γάμων.
  7. δοιὼ μὲν ἁρπακτῆρας αὐγάσει λύκους,
  8. πτηνοὺς τριόρχας αἰετοὺς ὀφθαλμίας,
  9. τὸν δʼ ἐκ Πλυνοῦ τε κἀπὸ Καρικῶν ποτῶν
  10. βλαστόντα ῥίζης, ἡμικρῆτα βάρβαρον,
  11. Ἐπειόν, οὐκ Ἀργεῖον ἀκραιφνῆ γοναῖς.
  12. οὗ πάππον ἐν γαμφαῖσιν Ἐνναία ποτὲ
  13. Ἕρκυννʼ Ἐρινὺς Θουρία Ξιφηφόρος
  14. ἄσαρκα μιστύλασα τύμβευσεν φάρῳ,
  15. τὸν ὠλενὶτην χόνδρον ἐνδατουμένη.
  16. ὃν δὴ δὶς ἡβήσαντα καὶ βαρὺν πόθον
  17. φυγόντα Ναυμέδοντος ἁρπακτήριον
  18. ἔστειλʼ Ἐρεχθεὺς εἰς Λετριναίους γύας
  19. λευρὰν ἀλετρεύσοντα Μόλπιδος πέτραν,
  20. τοῦ Ζηνὶ δαιτρευθέντος Ὀμβρίῳ δέμας,