Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. εἷς τις παλαιστής, συμβαλὼν ἀλκὴν δορὸς
  2. πόντου τε καὶ γῆς κεἰς διαλλαγὰς μολών,
  3. πρέσβιστος ἐν φίλοισιν ὑμνηθήσεται,
  4. σκύλων ἀπαρχὰς τὰς δορικτήτους λαβών.
  5. τί μακρὰ τλήμων εἰς ἀνηκόους πέτρας,
  6. εἰς κῦμα κωφόν, εἰς νάπας δασπλήτιδας
  7. βαύζω, κενὸν ψἀλλουσα μάστακος κρότον;
  8. πίστιν γὰρ ἡμῶν Λεψιεὺς ἐνόσφισε,
  9. ψευδηγόροις φήμαισιν ἐγχρίσας ἔπη,
  10. καὶ θεσφάτων πρόμαντιν ἀψευδῆ φρόνιν,
  11. λέκτρων στερηθεὶς ὧν ἐκάλχαινεν τυχεῖν.
  12. θήσει δʼ ἀληθῆ. σὺν κακῷ δέ τις μαθών,
  13. ὅτʼ οὐδὲν ἔσται μῆχος ὠφελεῖν πάτραν,
  14. τὴν φοιβόληπτον αἰνέσει χελιδόνα.