Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. Τόσσʼ ἠγόρευε, καὶ παλίσσυτος ποσὶν
  2. ἔβαινεν εἱρκτῆς ἐντός. ἐν δὲ καρδίᾳ
  3. σειρῆνος ἐστέναξε λοίσθιον μέλος,
  4. Κλάρου Μιμαλλών, ἢ Μελαγκραίρας κόπις
  5. Νησοῦς θυγατρός, ἤ τι Φίκιον τέρας,
  6. ἑλικτὰ κωτίλλουσα δυσφράστως ἔπη.
  7. ἐγὼ δὲ λοξὸν ἦλθον ἀγγέλλων, ἄναξ,
  8. σοὶ τόνδε μῦθον παρθένου φοιβαστρίας,
  9. ἐπεί μʼ ἔταξας φύλακα λαΐνου στέγης
  10. καὶ πάντα φράζειν κἀναπεμπάζειν λόγον
  11. ἐτητύμως ἄψορρον ὤτρυνας τρόχιν.
  12. δαίμων δέ φήμας εἰς τὸ λῷον ἐκδραμεῖν
  13. τεύξειεν, ὅσπερ σῶν προκήδεται θρόνων,
  14. σώζων παλαιὰν Βεβρύκων παγκληρίαν.