Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. κόρη κνεφαίαν, ἄγχι παμφαλώμενος,
  2. χαλκηλάτῳ κνώδοντι δειματουμένη.
  3. πολλοὶ δʼ ἀγῶνες καὶ φόνοι μεταίχμιοι
  4. λύσουσιν ἀνδρῶν οἱ μὲν ἐν γαίᾳ [*](One expects “on the sea,” but no satisfactory emendation has been proposed.) πάλας
  5. δειναῖσιν ἀρχαῖς ἀμφιδηριωμένων,
  6. οἱ δʼ ἐν μεταφρένοισι βουστρόφοις χθονός,
  7. ἕως ἂν αἴθων εὐνάσῃ βαρὺν κλόνον,
  8. ἀπʼ Αἰακοῦ τε κἀπὸ Δαρδάνου γεγὼς
  9. Θεσπρωτὸς ἄμφω καὶ Χαλαστραῖος λέων,
  10. πρηνῆ θʼ ὁμαίμων πάντα κυπώσας δόμον
  11. ἀναγκάσῃ πτήξαντας Ἀργείων πρόμους
  12. σῆναι Γαλάδρας τὸν στατηλάτην λύκον
  13. καὶ σκῆπτρʼ ὀρέξαι τῆς πάλαι μοναρχίας.
  14. ᾧ δὴ μεθʼ ἕκτην γένναν αὐθαίμων ἐμὸς