Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- Θεσπρωτὸς ἄμφω καὶ Χαλαστραῖος λέων,
- πρηνῆ θʼ ὁμαίμων πάντα κυπώσας δόμον
- ἀναγκάσῃ πτήξαντας Ἀργείων πρόμους
- σῆναι Γαλάδρας τὸν στατηλάτην λύκον
- καὶ σκῆπτρʼ ὀρέξαι τῆς πάλαι μοναρχίας.
- ᾧ δὴ μεθʼ ἕκτην γένναν αὐθαίμων ἐμὸς
- εἷς τις παλαιστής, συμβαλὼν ἀλκὴν δορὸς
- πόντου τε καὶ γῆς κεἰς διαλλαγὰς μολών,
- πρέσβιστος ἐν φίλοισιν ὑμνηθήσεται,
- σκύλων ἀπαρχὰς τὰς δορικτήτους λαβών.
- τί μακρὰ τλήμων εἰς ἀνηκόους πέτρας,
- εἰς κῦμα κωφόν, εἰς νάπας δασπλήτιδας
- βαύζω, κενὸν ψἀλλουσα μάστακος κρότον;
- πίστιν γὰρ ἡμῶν Λεψιεὺς ἐνόσφισε,
- ψευδηγόροις φήμαισιν ἐγχρίσας ἔπη,
- καὶ θεσφάτων πρόμαντιν ἀψευδῆ φρόνιν,
- λέκτρων στερηθεὶς ὧν ἐκάλχαινεν τυχεῖν.
- θήσει δʼ ἀληθῆ. σὺν κακῷ δέ τις μαθών,
- ὅτʼ οὐδὲν ἔσται μῆχος ὠφελεῖν πάτραν,
- τὴν φοιβόληπτον αἰνέσει χελιδόνα.