Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. στρατῷ δʼ ἀμίκτῳ πᾶσα μὲν βρωθήσεται,
  2. φλοιῶτιν ἐκδύνουσα δίπλακα σκέπην,
  3. καρποτρόφος δρῦς ἀγριάς τʼ ὀρειθαλής.
  4. ἅπας δʼ ἀναύρων νασμὸς αὐανθήσεται,
  5. χανδὸν κελαινὴν δίψαν αἰονωμένων.
  6. κύφελλα δʼ ἰῶν τηλόθεν ῥοιζουμένων
  7. ὑπὲρ κάρα σιήσουσι, Κίμμερός θʼ ὅπως,
  8. σκιὰ καλύψει πέρραν, ἀμβλύνων σέλας.
  9. Λοκρὸν δʼ ὁποῖα παῦρον ἀνθήσας ῥόδον,
  10. καὶ πάντα φλέξας, ὥστε κάγκανον στάχυν,
  11. αὖθις παλιμπλώτοιο γεύσεται φυγῆς,
  12. μόσσυνα φηγότευκτον, ὡς λυκοψίαν
  13. κόρη κνεφαίαν, ἄγχι παμφαλώμενος,
  14. χαλκηλάτῳ κνώδοντι δειματουμένη.
  15. πολλοὶ δʼ ἀγῶνες καὶ φόνοι μεταίχμιοι
  16. λύσουσιν ἀνδρῶν οἱ μὲν ἐν γαίᾳ [*](One expects “on the sea,” but no satisfactory emendation has been proposed.) πάλας
  17. δειναῖσιν ἀρχαῖς ἀμφιδηριωμένων,
  18. οἱ δʼ ἐν μεταφρένοισι βουστρόφοις χθονός,
  19. ἕως ἂν αἴθων εὐνάσῃ βαρὺν κλόνον,
  20. ἀπʼ Αἰακοῦ τε κἀπὸ Δαρδάνου γεγὼς