Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. τὸν χρησμολέσχην αἰτιάσονται βλάβης,
  2. ψαίνυνθα θεσπίζοντα Πλούτωνος λάτριν.
  3. στρατῷ δʼ ἀμίκτῳ πᾶσα μὲν βρωθήσεται,
  4. φλοιῶτιν ἐκδύνουσα δίπλακα σκέπην,
  5. καρποτρόφος δρῦς ἀγριάς τʼ ὀρειθαλής.
  6. ἅπας δʼ ἀναύρων νασμὸς αὐανθήσεται,
  7. χανδὸν κελαινὴν δίψαν αἰονωμένων.
  8. κύφελλα δʼ ἰῶν τηλόθεν ῥοιζουμένων
  9. ὑπὲρ κάρα σιήσουσι, Κίμμερός θʼ ὅπως,
  10. σκιὰ καλύψει πέρραν, ἀμβλύνων σέλας.
  11. Λοκρὸν δʼ ὁποῖα παῦρον ἀνθήσας ῥόδον,
  12. καὶ πάντα φλέξας, ὥστε κάγκανον στάχυν,
  13. αὖθις παλιμπλώτοιο γεύσεται φυγῆς,
  14. μόσσυνα φηγότευκτον, ὡς λυκοψίαν