Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. ὃς δή ποτʼ ἀμφώδοντος ἐξ ἄκρων λοβῶν
  2. φθέρσας κύφελλα καλλυνεῖ παρωτίδας,
  3. δαπταῖς τιτύσκων αἱμοπώταισιν φόβον.
  4. τῷ πᾶσα Φλεγρὰς αἶα δουλωθήσεται
  5. Θραμβουσία τε δειρὰς ἥ τʼ ἐπάκτιος
  6. στόρθυγξ Τίτωνος αἵ τε Σιθόνων πλάκες
  7. Παλληνία τʼ ἄρουρα, τὴν ὁ βούκερως
  8. Βρύχων λιπαίνει, γηγενῶν ὑπηρέτης.
  9. πολλῶν δʼ ἐναλλὰξ πημάτων ἀπάρξεται
  10. Κανδαῖος ἢ Μάμερτος, ἢ τί χρὴ καλεῖν
  11. τὸν αἱμοφύρτοις ἑστιώμενον μάχαις;
  12. οὐ μὰν ὑπείξει γʼ ἡ ʼπιμηθέως τοκάς,
  13. ἀλλʼ ἀντὶ πάντων Περσέως ἕνα σπορᾶς
  14. στελεῖ γίγαντα, τῷ θάλασσα μὲν βατὴ
  15. πεζῷ ποτʼ ἔσται, γῆ δὲ ναυσθλωθήσεται
  16. ῥήσσοντι πηδοῖς χέρσον. οἱ δὲ Λαφρίας
  17. οἶκοι Μαμέρσας, ᾐθαλωμένοι φλογὶ
  18. σὺν καλίνοισι τειχέων προβλήμασι
  19. τὸν χρησμολέσχην αἰτιάσονται βλάβης,
  20. ψαίνυνθα θεσπίζοντα Πλούτωνος λάτριν.