Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- ἀλλʼ ἀστίβητον οἶμον, οἷά τις σιφνεύς,
- κευθμῶνος ἐν σήραγγι τετρήνας μυχούς,
- νέρθεν θαλάσσης ἀτραποὺς διήνυσε,
- τέκνων ἀλύξας τὰς ξενοκτόνους πάλας
- καὶ πατρὶ πέμψας τὰς ἐπηκόους λιτὰς
- στῆσαι παλίμπουν εἰς πάτραν, ὅθεν πλάνης
- Παλληνίαν ἐπῆλθε γηγενῶν τροφόν—
- κεῖνός σε, Γουνεὺς ὥσπερ, ἐργάτης δίκης
- τῆς θʼ Ἡλίου θυγατρὸς Ἰχναίας βραβεύς,
- ἐπεσβολήσας λυγρὰ νοσφιεῖ γάμων,
- λίπτοντα κάσσης ἐκβαλὼν πελειάδος·
- ὅς τοὺς Λύκου τε καὶ Χιμαιρέως τάφους
- χρησμοῖσι κυδαίνοντας οὐκ αἰδούμενος
- οὐδʼ Ἀνθέως ἔρωτας οὐδὲ τὸν ξένοις
- σύνδορπον Αἰγαίωνος ἁγνίτην πάγον
- ἔτλης θεῶν ἀλοιτὸς ἐκβῆναι δίκην,
- λάξας τράπεζαν κἀνακυπώσας Θέμιν,
- ἄρκτου τιθήνης ἐκμεμαγμένος τρόπους.
- τοιγὰρ ψαλάξεις εἰς κενὸν νευρᾶς κτύπον,
- ἄσιτα κὰδώρητα φορμίζων μέλη·