Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. νασμοῖς ὀρέξαι τῷ κεχρημένῳ δάνος,
  2. σφραγῖδα δέλτῳ δακτύλων ἐφαρμόσαι,
  3. φθειρῶν ὀρείαν νάσσεται μοναρχίαν,
  4. τὸν πρωτόμισθον Κᾶρα δῃώσας στρατόν,
  5. ὅταν κόρη κασωρὶς εἰς ἐπείσιον
  6. χλεύην ὑλακτήσασα κηκάσῃ γάμους
  7. νυμφεῖα πρὸς κηλωστὰ καρβάνων τελεῖν.
  8. οἱ δʼ αὖ τέταρτοι τῆς Δυμαντείου σπορᾶς,
  9. Λακμώνιοί τε καὶ Κυτιναῖοι Κόδροι,
  10. οἳ Θίγρον οἰκήσουσι Σάτνιόν τʼ ὄρος,
  11. καὶ χερσόνησον τοῦ πάλαι ληκτηρίαν
  12. θεᾷ Κυρίτᾳ πάμπαν ἐστυγημένου,
  13. τῆς παντομόρφου βασσάρας λαμπούριδος
  14. τοκῆος, ἥτʼ ἀλφαῖσι ταῖς καθʼ ἡμέραν
  15. βούπειναν ἀλθαίνεσκεν ἀκμαίαν πατρός,
  16. ὀθνεῖα γατομοῦντος Αἴθωνος πτερά.
  17. ὁ Φρὺξ δʼ, ἀδελφὸν αἷμα τιμωρούμενος,
  18. πάλιν τιθηνὸν ἀντιπορθήσει χθόνα
  19. τοῦ νεκροτάγου, τὰς ἀθωπεύτους δίκας
  20. φθιτοῖσι ῥητρεύοντος ἀστεργεῖ τρόπῳ.