Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. καὶ Σαλπίων βεβῶσαν ὀχθηρῶν πάγων.
  2. λοῖσθος δʼ ἐγείρει γρυνὸς ἀρχαίαν ἔριν,
  3. πῦρ εὗδον ἤδη τὸ πρὶν ἐξάπτων φλογί,
  4. ἐπεὶ Πελασγοὺς εἶδε Ῥυνδακοῦ ποτῶν
  5. κρωσσοῖσιν ὀθνείοισι βάψαντας γάνος.
  6. ἡ δʼ αὖθις οἰστρήσασα τιμωρουμένη
  7. τριπλᾶς τετραπλᾶς ἀντιτίσεται βλάβας,
  8. πορθοῦσα χώρας ἀντίπορθμον ᾐόνα.
  9. πρῶτος μὲν ἥξει Ζηνὶ τῷ Λαπερσίῳ
  10. ὁμώνυμος Ζεύς, ὃς καταιβάτης μολὼν
  11. σκηπτῷ πυρώσει πάντα δυσμενῶν σταθμά.
  12. σὺν ᾧ θανοῦμαι, κἀν νεκροῖς στρωφωμένη
  13. τὰ λοίπʼ ἀκούσω ταῦθʼ, ἃ νῦν μέλλω θροεῖν.
  14. ὁ δεύτερος δέ, τοῦ πεφασμένου κέλωρ
  15. ἐν ἀμφιβλήστροις ἔλλοπος μυνδοῦ δίκην,
  16. καταιθαλώσει γαῖαν ὀθνείαν, μολὼν
  17. χρησμοῖς Ἰατροῦ σὺν πολυγλώσσῳ στρατῶ.
  18. τρίτος δʼ, ἄνακτος τοῦ δρυηκόπου γόνος,
  19. τὴν τευχοπλάστιν παρθένον Βραγχησίαν
  20. παραιολίξας βῶλον ἐμπεφυρμένην