Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. πάππος δὲ Θρῄκης οὑμὸς αἰστώσας πλάκα
  2. χώραν τʼ Ἐορδῶν καὶ Γαλαδραίων πέδον,
  3. ὅρους ἔπηξεν ἀμφὶ Πηνειοῦ ποτοῖς,
  4. στερρὰν τραχήλῳ ζεῦγλαν ἀμφιθεὶς πέδαις,
  5. ἀλκῇ νέανδρος, ἐκπρεπέστατος γένους.
  6. ἡ δʼ ἀντὶ τούτων τάρροθον βοηλάτην
  7. τὸν ἑξάπρυμνον, στέρφος ἐγχλαινούμενον,
  8. στείλασα, λίστροις αἰπὺν ἤρειψεν πάγον,
  9. τὸν ἡ παλίμφρων Γοργὰς ἐν κλήροις θεῶν
  10. καθιερώσει, πημάτων ἀρχηγέτις.
  11. αὖθις δὲ κίρκοι, Τμῶλον ἐκλελοιπότες
  12. Κίμψον τε καὶ χρυσεργὰ Πακτωλοῦ ποτά,
  13. καὶ νᾶμα λίμνης, ἔνθα Τυφῶνος δάμαρ
  14. κευθμῶνος αίνόλεκτρον ἐνδαύει μυχόν,
  15. Ἄγυλλαν Αὐσονῖτιν εἰσεκώμασαν,
  16. δεινὴν Λιγυστίνοισι τοῖς τʼ ἀφʼ αἵματος
  17. ῥίζαν γιγάντων Σιθόνων κεκτημένοις
  18. λόγχης ἐν ὑσμίναισι μίξαντες πάλην.
  19. εἷλον δὲ Πῖσαν καὶ δορίκτητον χθόνα
  20. πᾶσαν κατειργάσαντο τὴν Ὄμβρων πέλας