Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- τὸν ἡ παλίμφρων Γοργὰς ἐν κλήροις θεῶν
- καθιερώσει, πημάτων ἀρχηγέτις.
- αὖθις δὲ κίρκοι, Τμῶλον ἐκλελοιπότες
- Κίμψον τε καὶ χρυσεργὰ Πακτωλοῦ ποτά,
- καὶ νᾶμα λίμνης, ἔνθα Τυφῶνος δάμαρ
- κευθμῶνος αίνόλεκτρον ἐνδαύει μυχόν,
- Ἄγυλλαν Αὐσονῖτιν εἰσεκώμασαν,
- δεινὴν Λιγυστίνοισι τοῖς τʼ ἀφʼ αἵματος
- ῥίζαν γιγάντων Σιθόνων κεκτημένοις
- λόγχης ἐν ὑσμίναισι μίξαντες πάλην.
- εἷλον δὲ Πῖσαν καὶ δορίκτητον χθόνα
- πᾶσαν κατειργάσαντο τὴν Ὄμβρων πέλας
- καὶ Σαλπίων βεβῶσαν ὀχθηρῶν πάγων.
- λοῖσθος δʼ ἐγείρει γρυνὸς ἀρχαίαν ἔριν,