Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- πῦρ εὗδον ἤδη τὸ πρὶν ἐξάπτων φλογί,
- ἐπεὶ Πελασγοὺς εἶδε Ῥυνδακοῦ ποτῶν
- κρωσσοῖσιν ὀθνείοισι βάψαντας γάνος.
- ἡ δʼ αὖθις οἰστρήσασα τιμωρουμένη
- τριπλᾶς τετραπλᾶς ἀντιτίσεται βλάβας,
- πορθοῦσα χώρας ἀντίπορθμον ᾐόνα.
- πρῶτος μὲν ἥξει Ζηνὶ τῷ Λαπερσίῳ
- ὁμώνυμος Ζεύς, ὃς καταιβάτης μολὼν
- σκηπτῷ πυρώσει πάντα δυσμενῶν σταθμά.
- σὺν ᾧ θανοῦμαι, κἀν νεκροῖς στρωφωμένη
- τὰ λοίπʼ ἀκούσω ταῦθʼ, ἃ νῦν μέλλω θροεῖν.
- ὁ δεύτερος δέ, τοῦ πεφασμένου κέλωρ
- ἐν ἀμφιβλήστροις ἔλλοπος μυνδοῦ δίκην,
- καταιθαλώσει γαῖαν ὀθνείαν, μολὼν