Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. ποινὰς ἀθἐλκτους θʼ ἁρπαγὰς διζήμεναι,
  2. ὑπὲρ κελαινὸν Ἴστρον ἤλασαν Σκύθας
  3. ἵππους, ὁμοκλήτειραν ἱεῖσαι βοὴν
  4. Γραικοῖσιν ἀμνάμοις τε τοῖς Ἐρεχθέως.
  5. καὶ πᾶσαν Ἀκτὴν ἐξεπόρθησαν δορί,
  6. τοὺς Μοψοπείους αἰθαλώσασαι γύας.
  7. πάππος δὲ Θρῄκης οὑμὸς αἰστώσας πλάκα
  8. χώραν τʼ Ἐορδῶν καὶ Γαλαδραίων πέδον,
  9. ὅρους ἔπηξεν ἀμφὶ Πηνειοῦ ποτοῖς,
  10. στερρὰν τραχήλῳ ζεῦγλαν ἀμφιθεὶς πέδαις,
  11. ἀλκῇ νέανδρος, ἐκπρεπέστατος γένους.
  12. ἡ δʼ ἀντὶ τούτων τάρροθον βοηλάτην
  13. τὸν ἑξάπρυμνον, στέρφος ἐγχλαινούμενον,
  14. στείλασα, λίστροις αἰπὺν ἤρειψεν πάγον,