Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- βροτησίαν ἱεῖσαν, ἔμπαιον δρόμων.
- πάλιν δʼ ὁ πέτρας ἀσκέρας ἀνειρύσας
- καὶ φασγάνου ζωστῆρα καὶ ξίφος πατρός,
- ὁ Φημίου παῖς, Σκῦρος ᾧ λυγροὺς τάφους
- κρημνῶν ἔνερθεν αἰγίλιψ ῥοιζουμένων
- πάλαι δοκεύει τὰς ἀταρχύτους ῥιφάς,
- σὺν θηρὶ βλώξας τῷ σπάσαντι δηίας
- Μύστῃ Τροπαίας μαστὸν εὔθηλον θεᾶς,
- ζωστηροκλέπτης, νεῖκος ὤρινεν διπλοῦν,
- στόρνην τʼ ἀμέρσας καὶ Θεμισκύρας ἄπο
- τὴν τοξόδαμνον νοσφίσας Ὀρθωσίαν.
- ἧς αἱ ξύναιμοι, παρθένοι Νεπτουνίδος,
- ἔριν λιποῦσαι, Λάγμον, ἠδὲ Τήλαμον,
- καὶ χεῦμα Θερμώδοντος Ἀκταῖόν τʼ ὄρος,