Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- τοσαῦτα μὲν δύστλητα πείσονται κακὰ
- οἱ τὴν ἐμὴν μέλλοντες αἰστώσειν πάτραν.
- τί γὰρ ταλαίνῃ μητρὶ τῇ Προμηθέως
- ξυνὸν πέφυκε καὶ τροφῷ Σαρπηδόνος,
- ἃς πόντος Ἕλλης καὶ πέτραι Συμπληγάδες
- καὶ Σαλμυδησὸς καὶ κακόξεινος κλύδων,
- Σκύθαισι γείτων, καρτεροῖς εἴργει πάγοις,
- λίμνην τε τέμνων Τάναϊς ἀκραιφνὴς μέσην
- ῥείθροις ὁρίζει, προσφιλεστάτην βροτοῖς
- χίμετλα Μαιώταισι θρηνοῦσιν ποδῶν.
- ὄλοιντο ναῦται πρῶτα Καρνῖται κύνες,
- οἳ τὴν βοῶπιν ταυροπάρθενον κόρην
- Λέρνης ἀνηρείψαντο, φορτηγοὶ λύκοι,
- πλᾶτιν πορεῦσαι κῆρα Μεμφίτῃ πρόμῳ,
- ἔχθρας δὲ πυρσὸν ᾖραν ἠπείροις διπλαῖς.
- αὖθις γὰρ ὕβριν τὴν βαρεῖαν ἁρπαγῆς
- Κουρῆτες ἀντίποινον Ἰδαῖοι κάπροι
- ζητοῦντες, αἰχμάλωτον ἤμπρευσαν πόριν
- ἐν ταυρομόρφῳ τράμπιδος τυπώματι
- Σαραπτίαν Δικταῖον εἰς ἀνάκτορον