Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. δάμαρτα Κρήτης Ἀστέρῳ στρατηλάτῃ.
  2. οὐδʼ οἵ γʼ ἀπηρκέσθησαν ἀντʼ ἴσων ἴσα
  3. λαβόντες, ἀλλὰ κλῶπα σὺν Τεύκρῳ στρατὸν
  4. καὶ σὺν Σκαμάνδρῳ Δραυκίῳ φυτοσπόρῳ
  5. εὶς Βεβρύκων ἔστειλαν οἰκητήριον,
  6. σμίνθοισι δηρίσοντας, ὧν ἀπὸ σπορᾶς
  7. ἐμοὺς γενάρχας ἐξέφυσε Δάρδανος,
  8. γήμας Ἀρίσβαν Κρῆσσαν εὐγενῆ κόρην.
  9. καὶ δευτέρους ἔπεμψαν Ἄτρακας λύκους
  10. ταγῷ μονοκρήπιδι κλέψοντας νάκην,
  11. δρακοντοφρούροις ἐσκεπασμένην σκοπαῖς.
  12. ὃς εἰς Κύταιαν τὴν Λιβυστικὴν μολών,
  13. καἰ τὸν τετράπνην ὕδρον εὐνάσας θρόνοις,
  14. καὶ γυρὰ ταύρων βαστάσας πυριπνόων
  15. ἄροτρα, καὶ λέβητι δαιτρευθεὶς δέμας,
  16. οὐκ ἀσμένως ἔμαρψεν ἐρράου σκύλος,
  17. ἀλλʼ αὐτόκλητον ἁρπάσας κεραΐδα,
  18. τὴν γνωτοφόντιν καὶ τέκνων ἀλάστορα,
  19. εἰς τὴν λάληθρον κίσσαν ἡρματίξατο,
  20. φθογγὴν ἑδώλων Χαονιτικῶν ἄπο