Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. δείμας δὲ σηκὸν Μυνδίᾳ Παλληνίδι,
  2. πατρᾦ ἀγάλματʼ ἐγκατοικεῖ θεῶν.
  3. ἃ δή, παρώσας καὶ δάμαρτα καὶ τέκνα
  4. καὶ κτῆσιν ἄλλην ὀμπνίαν κειμηλίων,
  5. σὺν τῷ γεραιῷ πατρὶ πρεσβειώσεται,
  6. πέπλοις περισχών, ἦμος αἰχμηταὶ κύνες,
  7. τὰ πάντα πάτρας συλλαφύξαντες πάλῳ,
  8. τούτῳ μόνῳ πόρωσιν αἵρεσιν, δόμων
  9. λαβεῖν ὅ χρῄζει κἀπενέγκασθαι δάνος.
  10. τῷ καὶ παρʼ ἐχθροῖς εὐσεβέστατος κριθείς,
  11. τὴν πλεῖστον ὑμνηθεῖσαν ἐν χάρμαις πάτραν
  12. ἐν ὀψιτέκνοις ὀλβίαν δωμήσεται,
  13. τύρσιν μακεδνὰς ἀμφὶ Κιρκαίου νάπας
  14. Ἀργοῦς τε κλεινὸν ὅρμον Αἰήτην μέγαν,
  15. λίμνης τε Φόρκης Μαρσιωνίδος ποτὰ
  16. Τιτώνιόν τε χεῦμα τοῦ κατὰ χθονὸς
  17. δύνοντος εἰς ἄφαντα κευθμῶνος βάθη,
  18. Ζωστηρίου τε κλιτύν, ἔνθα παρθένου
  19. στυγνὸν Σιβύλλης ἐστὶν οἰκητήριον,
  20. γρώνῳ βερέθρῳ συγκατηρεφὲς στέγης.