Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. καὶ Πῖσʼ Ἀγύλλης θʼ αἱ πολύρρηνοι νάπαι.
  2. σὺν δέ σφι μίξει φίλιον ἐχθρὸς ὢν στρατόν,
  3. ὅρκοις κρατήσας καὶ λιταῖς γουνασμάτων
  4. νάνος, πλάναισι πάντʼ ἐρευνήσας μυχὸν
  5. ἁλός τε καὶ γῆς. σὺν δὲ δίπτυχοι τόκοι
  6. Μυσῶν ἄνακτος, οὗ ποτʼ Οἰκουρὸς δόρυ
  7. γνάμψει Θέοινος, γυῖα συνδήσας λύγοις,
  8. Τάρχων τε καὶ Τυρσηνός, αἴθωνες λύκοι,
  9. τῶν Ἡρακλείων ἐκγεγῶτες αἱμάτων.
  10. ἔνθα τράπεζαν εἰδάτων πλήρη κιχών,
  11. τὴν ὕστερον βρωθεῖσαν ἐξ ὀπαόνων,
  12. μνήμην παλαιῶν λήψεται θεσπισμάτων.
  13. κτίσει δὲ χώραν ἐν τόποις Βορειγόνων
  14. ὑπὲρ Λατίνους Δαυνίους τʼ ᾠκισμένην,
  15. πύργους τριάκοντʼ, ἐξαριθμήσας γονὰς
  16. συὸς κελαινῆς, ἣν ἀπʼ Ἰδαίων λόφων
  17. καὶ Δαρδανείων ἐκ τόπων ναυσθλώσεται,
  18. ἰσηρίθμων θρέπτειραν ἐν τόκοις κάπρων·
  19. ἧς καὶ πόλει δείκηλον ἀνθήσει μιᾷ
  20. χαλκῷ τυπώσας καὶ τέκνων γλαγοτρόφων.