Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- Μήδας δάμαρτος, ἠγριωμένος φρένας,
- οὐ Κλεισιθήρας θυγατρός, ἧς πατὴρ λέχος
- θρεπτῷ δράκοντι συγκαταινέσει πικρόν.
- πάντας δʼ ἀνάγνοις χερσὶν ναῷ κτενεῖ,
- λώβαισιν αἰκισθέντας Ὀγκαίου βόθρου.
- γένους δὲ πάππων τῶν ἐμῶν αὖθις κλέος
- μέγιστον αὐξήσουσιν ἄμναμοί ποτε,
- αἰχμαῖς τὸ πρωτόλειον ἄραντες στέφος,
- γῆς καὶ θαλάσσης σκῆπτρα καὶ μοναρχίαν
- λαβόντες. οὐδʼ ἄμνηστον, ἀθλία πατρίς,
- κῦδος μαρανθὲν ἐγκατακρύψεις ζόφῳ.
- τοιούσδʼ ἐμός τις σύγγονος λείψει διπλοῦς
- σκύμνους λέοντας, ἔξοχον ῥώμῃ γένος,
- ὁ Καστνίας τε τῆς τε Χειράδος γόνος,
- βουλαῖς ἄριστος, οὐδʼ ὀνοστός ἐν μάχαις.
- ὃς πρῶτα μέν Ῥαίκηλον οἰκήσει μολών,
- κισσοῦ παρʼ αἰπὺν πρῶνα καὶ Λαφυστίας
- κερασφόρους γυναῖκας. ἐκ δʼ Ἀλμωπίας
- πάλιμπλανήτην δέξεται Τυρσηνία
- Λιγγεύς τε θερμῶν ῥεῖθρον ἐκβράσσων ποτῶν,