Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- νηδύν, τὸν ἀντίποινον ἐγμάψας πέτρον,
- ἐν γυιοκόλλοις σπαργάνοις εἰλημένον,
- τύμβος γεγὼς Κένταυρος ὠμόφρων σπορᾶς.
- νήσοις δὲ μακάρων ἐγκατοικήσεις μέγας
- ἥρως, ἀρωγὸς λοιμικῶν τοξευμάτων,
- ὅπου σε πεισθεὶς Ὠγύγου σπαρτὸς λεὼς
- χρησμοῖς Ἰατροῦ Λεψίου Τερμινθέως
- ἐξ Ὀφρυνείων ἠρίων ἀνειρύσας
- ἄξει Καλύδνου τύρσιν Ἀόνων τε γῆν
- σωτῆρʼ, ὅταν κάμνωσιν ὁπλίτῃ στρατῷ
- πέρθοντι χώραν Τηνέρου τʼ ἀνάκτορα.
- κλέος δὲ σὸν μέγιστον Ἐκτήνων πρόμοι
- λοιβαῖσι κυδανοῦσιν ἀφθίτοις ἴσον.
- ἥξει δὲ Κνωσσὸν κἀπὶ Γόρτυνος δόμους
- τοὐμὸν ταλαίνης πῆμα, πᾶς δʼ ἀνάστατος
- ἔσται στρατηγῶν οἶκος. οὐ γάρ ἥσυχος
- πορκεὺς δίκωπον σέλμα ναυστολῶν ἐλᾷ,
- Λεῦκον στροβήσων φύλακα τῆς μοναρχίας,
- ψυδραῖσί τε ἔχθραν μηχαναῖς ἀναπλέκων.
- ὃς οὔτε τέκνων φείσετʼ οὔτε συγγάμου