Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. πένθος δὲ πολλαῖς παρθένων τητωμέναις
  2. τεύξω γυναιξὶν αὖθις, αἳ στρατηλάτην
  3. ἀθεσμόλεκτρον, Κύπριδος λῃστὴν θεᾶς,
  4. δαρὸν στένουσαι, κλῆρον εἰς ἀνάρσιον
  5. πέμψουσι παῖδας ἐστερημένας γάμων.
  6. Λάρυμνα, καὶ Σπερχειέ, καὶ Βοάγριε,
  7. καὶ Κῦνε, καὶ Σκάρψεια, καὶ Φαλωριάς,
  8. καὶ Ναρύκειον ἄστυ, καὶ Θρονίτιδες
  9. Λοκρῶν ἀγυιαί, καὶ Πυρωναῖαι νάπαι,
  10. καὶ πᾶς Ὁδοιδόκειος Ἰλέως δόμος,
  11. ὑμεῖς ἐμῶν ἕκατι δυσσεβῶν γάμων
  12. ποινὰς Γυγαίᾳ τίσετʼ Ἀγρίσκᾳ θεᾷ,
  13. τὸν χιλίωρον τὰς ἀνυμφεύτους χρόνον
  14. πάλου βραβείαις γηροβοσκοῦσαι κόρας.
  15. αἷς ἀκτέριστος ἐν ξένῃ ξέναις τάφος
  16. ψάμμῳ κλύδωνος λυπρὸς ἐκκλυσθήσεται,
  17. φυτοῖς ἀκάρποις γυῖα συμφλέξας ὅταν
  18. Ἥφαιστος εἰς θάλασσαν ἐκβράσῃ σποδὸν
  19. τῆς ἐκ λόφων Τράρωνος ἐφθιτωμένης.
  20. ἄλλαι δὲ νύκτωρ ταῖς θανουμέναις ἴσαι