Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. Σιθῶνος εἰς θυγατρὸς ἵξονται γύας,
  2. λαθραῖα κἀκκέλευθα παπταλώμεναι,
  3. ἕως ἂν εἰσθρέξωσιν Ἀμφείρας δόμους
  4. λιταῖς Σθένειαν ἵκτιδες γουνούμεναι.
  5. θεᾶς δʼ ὀφελτρεύσουσι κοσμοῦσαι πέδον,
  6. δρόσῳ τε φοιβάσουσιν, ἀστεργῆ χόλον
  7. ἀστῶν φυγοῦσαι. πᾶς γὰρ Ἰλιεὺς ἀνὴρ
  8. κόρας δοκεύσει, πέτρον ἐν χεροῖν ἔχων,
  9. ἢ φάσγανον κελαινόν, ἢ ταυροκτόνον
  10. στερρὰν κύβηλιν, ἢ Φαλακραῖον κλάδον,
  11. μαιμῶν κορέσσαι χεῖρα διψῶσαν φόνου.
  12. δῆμος δʼ ἀνατεὶ τὸν κτανόντʼ ἐπαινέσει,
  13. τεθμῷ χαράξας, τοὐπιλώβητον γένος.
  14. ὦ μῆτερ, ὦ δύσμητερ, οὐδὲ σὸν κλέος
  15. ἄπυστον ἔσται, Περσέως δὲ παρθένος
  16. Βριμὼ Τρίμορφος θήσεταί σʼ ἑπωπίδα
  17. κλαγγαῖσι ταρμύσσουσαν ἐννύχοις βροτούς,
  18. ὅσοι μεδούσης Στρυμόνος Ζηρυνθίας
  19. δείκηλα μὴ σέβουσι λαμπαδουχίαις,
  20. θύσθλοις Φεραίαν ἐξακεύμενοι θεάν.